"Γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς" (Κατά Ιωάννη 8,32).

Πέμπτη 15 Αυγούστου 2013

ΚΟΙΜΗΣΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ - ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ


Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας.
Στίχοι
Οὐ θαῦμα θνῄσκειν κοσμοσώτειραν Κόρην,
Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος.
Ζῇ ἀεὶ Θεομήτωρ, κἂν δεκάτῃ θάνε πέμπτῃ.

Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα.

Ἐξαποστειλάριον
Ἦχος γ' ἐκ τρίτου 
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

  Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι 
Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. (Δίς)

Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'
Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μήτηρ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ' ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου